Ἀπαρτίσας οὖν τὰ πάντα, ὡς αὐτῷ ἐδόκει καλῶς, ἔπεμψεν ἔνδον λέγων τῷ βασιλεῖ «Γίνωσκε τὰ τοῦ πολέμου ἤδη ἀπήρτησθαι· καὶ καιρός ἐστιν ἀπό τοῦ νῦν πρᾶξαι τὸ ἐνθυμηθὲν πρὸ πολλοῦ παρ’ ἡμῖν νῦν· τὴν δὲ ἔκβασιν τοῦ σκοποῦ τῷ Θεῷ ἐφίεμεν. Τί λέγεις; Βούλει καταλιπεῖν τὴν πόλιν καὶ ἀπελθεῖν, ἔνθα καὶ βούλει, μετὰ τῶν σῶν ἀρχόντων καὶ τῶν ὑπαρχόντων αὐτοῖς, καταλιπὼν τὸν δῆμον ἀζήμιον εἶναι καὶ παρ’ ἡμῶν καὶ παρά σοῦ;
ἤ ἀντιστῆναι καὶ σὺν τῇ ζωῇ καὶ τὰ ὑπάρχοντα ἀπολέσεις σύ τε καὶ οἱ μετὰ σέ, ὁ δὲ δῆμος αἰχμαλωτισθεὶς παρὰ τῶν Τούρκων διασπαρῶσιν ἐν πάσῃ τῇ γῇ;»