29.5.13

Τὸ θρυλικὸ ΟΧΙ τοῦ Κωνσταντίνου Παλαιολόγου, ἀφιερωμένο στοὺς σημερινοὺς «Νενέκους»!



Ἀπαρτίσας οὖν τὰ πάντα, ὡς αὐτῷ ἐδόκει καλῶς, ἔπεμψεν ἔνδον λέγων τῷ βασιλεῖ «Γίνωσκε τὰ τοῦ πολέμου ἤδη ἀπήρτησθαι· καὶ καιρός ἐστιν ἀπό τοῦ νῦν πρᾶξαι τὸ ἐνθυμηθὲν πρὸ πολλοῦ παρ’ ἡμῖν νῦν· τὴν δὲ ἔκβασιν τοῦ σκοποῦ τῷ Θεῷ ἐφίεμεν. Τί λέγεις; Βούλει καταλιπεῖν τὴν πόλιν καὶ ἀπελθεῖν, ἔνθα καὶ βούλει, μετὰ τῶν σῶν ἀρχόντων καὶ τῶν ὑπαρχόντων αὐτοῖς, καταλιπὼν τὸν δῆμον ἀζήμιον εἶναι καὶ παρ’ ἡμῶν καὶ παρά σοῦ;
ἤ ἀντιστῆναι καὶ σὺν τῇ ζωῇ καὶ τὰ ὑπάρχοντα ἀπολέσεις σύ τε καὶ οἱ μετὰ σέ, ὁ δὲ δῆμος αἰχμαλωτισθεὶς παρὰ τῶν Τούρκων διασπαρῶσιν ἐν πάσῃ τῇ γῇ;»

Ὁ βασιλεὺς δ’ ἀπεκρίνατο σὺν τῇ συγκλήτῳ· «Εἰ μἐν βούλει, καθὼς καὶ οἱ πατέρες σου ἔζησαν, εἰρηνικῶς σὺν ἡμῖν συζῆσαι καὶ σύ, τῷ Θεῷ χάρις. Ἐκεῖνοι γὰρ τοὺς ἐμοὺς γονεῖς ὡς πατέρας ἐλόγιζον καὶ οὕτως ἐτίμων, τὴν δὲ πόλιν ταύτην ὡς πατρίδα· καὶ γὰρ ἐν καιρῷ περιστάσεως ἅπαντες ἐντὸς ταύτης εἰσιόντες ἐσώθησαν καὶ οὐδεὶς ὁ ἀντισταίνων ἐμακροβίω. Ἔχε δὲ καὶ τὰ παρ’ ἡμῖν ἁρπαχθέντα ἀδίκως κάστρα καὶ γῆν ὡς δίκαια καὶ ἀπόκοψον καὶ τοὺς φόρους τόσους, ὅσους κατὰ τὴν ἡμετέραν δύναμιν, κατ’ ἔτος τοῦ δοῦναι σοι καὶ ἄπελθε ἐν εἰρήνῃ. Τί γὰρ οἶδας, εἰ θαῤῥῶν κερδᾶναι εὐρεθῇς κερδανθείς;
Τὸ δὲ τὴν πόλιν σοι δοῦναι, οὔτ’ ἐμόν ἐστιν οὔτ’ ἄλλου τῶν κατοικούντων ἐν ταύτῃ· κοινῇ γὰρ γνώμῃ πάντες αὐτοπροαιρέτως ἀποθανοῦμεν καὶ οὐ φεισόμεθα τῆς ζωῆς ἡμῶν».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...